Add parallel Print Page Options

22 Καὶ [a]ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ [b]ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι [c]βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν [d]ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ [e]διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς [f]ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν [g]εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην [h]εἰσέλθῃς.

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [i]εἶπαν αὐτῷ λέγοντες [j]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [k]ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς [l]ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [m]ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [n]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [o]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν [p]Πέτρῳ [q]καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· [r]Εἴ τις θέλει ὀπίσω μου [s]ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ [t]ἐὰν θέλῃ τὴν [u]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [v]ἀπολέσει τὴν [w]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [x]σώσει αὐτήν. 36 τί γὰρ [y]ὠφελεῖ [z]ἄνθρωπον [aa]κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 [ab]τί γὰρ [ac]δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:22 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 ἐξήνεγκεν WH Treg NIV ] ἐξήγαγεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 βλέπεις WH NIV ] βλέπει Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἐπέθηκεν NIV RP ] ἔθηκεν WH Treg
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NIV ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἅπαντα WH Treg NIV ] ἅπαντας RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰς WH Treg NIV ] + τὸν RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰσέλθῃς WH NIV ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 Πέτρῳ WH Treg NIV ] τῷ Πέτρῳ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 καὶ λέγει WH Treg NIV ] λέγων RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 Εἴ τις WH Treg NIV ] Ὅστις RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NIV RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ὠφελεῖ WH NIV ] ὠφελήσει Treg RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ἄνθρωπον WH NIV RP ] τὸν ἄνθρωπον Treg
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NIV ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 τί γὰρ WH Treg NIV ] Ἢ τί RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 δοῖ WH Treg NIV ] δώσει RP